Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.183 | Dem. 19.187 (English) | >>Dem. 19.190 |
19.185ἐν ἐκείναις μὲν γάρ , οἶμαι , ταῖς πολιτείαις πάντʼ ἐξ ἐπιτάγματος ὀξέως γίγνεται · ὑμῖν δὲ πρῶτον μὲν τὴν βουλὴν ἀκοῦσαι περὶ πάντων καὶ προβουλεῦσαι δεῖ , καὶ τοῦθʼ ὅταν ᾖ κήρυξι καὶ πρεσβείαις προγεγραμμένον , οὐκ ἀεί · εἶτʼ ἐκκλησίαν ποιῆσαι , καὶ ταύτην ὅταν ἐκ τῶν νόμων καθήκῃ . εἶτα κρατῆσαι καὶ περιγενέσθαι δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν ἢ διʼ ἄγνοιαν ἢ διὰ μοχθηρίαν ἀντιλεγόντων .
19.186ἐφʼ ἅπασι δὲ τούτοις , ἐπειδὰν καὶ δεδογμένον ᾖ καὶ συμφέρον ἤδη φαίνηται , χρόνον δεῖ δοθῆναι τῇ τῶν πολλῶν ἀδυναμίᾳ , ἐν ᾧ καὶ ποριοῦνται ταῦθʼ ὧν ἂν δέωνται , ὅπως τὰ δόξαντα καὶ δυνηθῶσι ποιῆσαι . ὁ δὴ τοὺς χρόνους τούτους ἀναιρῶν τῆς οἵα παρʼ ἡμῖν ἐστι πολιτείας , οὐ χρόνους ἀνῄρηκεν οὗτος , οὔ , ἀλλὰ τὰ πράγμαθʼ ἁπλῶς ἀφῄρηται .
ἔστι τοίνυν τις πρόχειρος λόγος πᾶσι τοῖς ἐξαπατᾶν ὑμᾶς βουλομένοις , “οἱ ταράττοντες τὴν πόλιν , οἱ διακωλύοντες Φίλιππον εὖ ποιῆσαι τὴν πόλιν .” πρὸς οὓς ἐγὼ λόγον μὲν οὐδένʼ ἐρῶ , τὰς δʼ ἐπιστολὰς ὑμῖν ἀναγνώσομαι τὰς τοῦ Φιλίππου , καὶ τοὺς καιροὺς ἐφʼ ὧν ἕκαστʼ ἐξηπάτησθʼ ὑπομνήσω , ἵνʼ εἰδῆθʼ ὅτι τὸ ψυχρὸν τοῦτʼ ὄνομα , τὸ “ἄχρι κόρου ,” παρελήλυθʼ ἐκεῖνος φενακίζων ὑμᾶς .οὕτω τοίνυν αἰσχρὰ καὶ πολλὰ καὶ πάντα καθʼ ὑμῶν πεπρεσβευκὼς περιιὼν λέγει , “τί δʼ ἂν εἴποις περὶ Δημοσθένους , ὃς τῶν συμπρέσβεων κατηγορεῖ ;” νὴ Δίʼ , εἴτε βούλομαί γʼ εἴτε μή , παρʼ ὅλην μὲν τὴν ἀποδημίαν ὑπὸ σοῦ τοιαῦτʼ ἐπιβεβουλευμένος , δυοῖν δʼ αἱρέσεως οὔσης μοι νυνί , ἢ τοιούτων ὄντων τῶν πεπραγμένων δοκεῖν κοινωνεῖν ὑμῖν , ἢ κατηγορεῖν .
19.187
Ἐπιστολαί Φιλίππου
19.188
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 19.183 | Dem. 19.187 (English) | >>Dem. 19.190 |